Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.287 Dem. 19.290 (English) >>Dem. 19.294

19.289οὐ τοιαῦτα ποιοῦμεν; ἐγὼ δʼ οὐ δέδοικʼ εἰ Φίλιππος ζῇ, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι. οὐδὲ φοβεῖ με Φίλιππος, ἂν τὰ παρʼ ὑμῶν ὑγιαίνῃ, ἀλλʼ εἰ παρʼ ὑμῖν ἄδεια γενήσεται τοῖς παρʼ ἐκείνου μισθαρνεῖν βουλομένοις, καὶ συνεροῦσί τινες τούτοις τῶν ὑφʼ ὑμῶν πεπιστευμένων, καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἀρνούμενοι μὴ πράττειν ὑπὲρ Φιλίππου νῦν ἀναβήσονται, ταῦτα φοβεῖ με. 19.290τί γὰρ δή ποτʼ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδʼ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημʼ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδʼ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί; εἶθʼ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις, 19.291ὑπὲρ Αἰσχίνου δʼ ἀναβήσει, ὅς, ἡνίκʼ ἔκρινεν Ἀριστοφῶν Φιλόνικον καὶ διʼ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετʼ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο; ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματʼ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, χειροτονεῖν συνεῖπε μὲν οὗτος, ἔγραψε δʼ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντʼ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.287 Dem. 19.290 (English) >>Dem. 19.294

Powered by PhiloLogic